Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.57 Joseph. AJ 20.62 (English) >>Joseph. AJ 20.68

20.60

Ταῦτα εἰπὼν ἀνεβίβαζεν τὸν Ἀρταβάνην ἐπὶ τὸν ἵππον, παρείπετο δʼ αὐτὸς πεζὸς τιμὴν ἀπονέμων ταυτηνὶ ὡς ἂν μείζονι βασιλεῖ. θεασάμενος δʼ Ἀρταβάνης βαρέως ἤνεγκεν καὶ τὴν ἐφεστῶσαν αὐτῷ τύχην καὶ τιμὴν ἐπωμόσατο καταβήσεσθαι μὴ ʼκείνου πάλιν ἀναβάντος καὶ προηγουμένου. 20.61 δὲ πεισθεὶς ἐπὶ τὸν ἵππον ἥλατο καὶ ἀγαγὼν αὐτὸν εἰς τὴν βασιλείαν πᾶσαν τιμὴν ἀπένειμεν ἔν τε συνεδρίαις καὶ ταῖς περὶ τὰς ἑστιάσεις προκατακλίσεσιν, οὐκ εἰς τὸ παρὸν αὐτοῦ τῆς τύχης ἀποβλέπων, ἀλλʼ εἰς τὸ πρότερον ἀξίωμα, καί τι καὶ λογισμῷ διδούς, ὡς κοιναὶ τοῖς ἀνθρώποις αἱ μεταβολαὶ τῆς τύχης. 20.62γράφει τε πρὸς τοὺς Πάρθους πείθων αὐτοὺς τὸν Ἀρταβάνην ὑποδέξασθαι, πίστιν προτείνων τῆς τῶν πεπραγμένων ἀμνηστίας δεξιὰν καὶ ὅρκους καὶ μεσιτείαν τὴν αὐτοῦ. 20.63τῶν δὲ Πάρθων δέξασθαι μὲν αὐτὸν θέλειν οὐκ ἀρνουμένων, μὴ δύνασθαι δὲ λεγόντων διὰ τὸ τὴν ἀρχὴν ἑτέρῳ πεπιστευκέναι, Κίνναμος δʼ ἦν ὄνομα τῷ παρειληφότι, καὶ δεδοικέναι, μὴ στάσις αὐτοὺς ἐκ τούτου καταλάβῃ, 20.64μαθὼν τὴν προαίρεσιν αὐτῶν Κίνναμος ταύτην αὐτὸς γράφει τῷ Ἀρταβάνῃ, τέθραπτο γὰρ ὑπʼ αὐτοῦ καὶ φύσει δʼ ἦν καλὸς καὶ ἀγαθός, παρακαλῶν αὐτῷ πιστεύσαντα παραγενέσθαι τὴν ἀρχὴν ἀποληψόμενον τὴν αὐτοῦ. 20.65καὶ Ἀρταβάνης πιστεύσας παρῆν. ὑπαντᾷ δʼ αὐτῷ Κίνναμος καὶ προσκυνήσας βασιλέα τε προσαγορεύσας περιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὸ διάδημα ἀφελὼν τῆς ἑαυτοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.57 Joseph. AJ 20.62 (English) >>Joseph. AJ 20.68

Powered by PhiloLogic